Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.632 Joseph. BJ 4.639 (English) >>Joseph. BJ 4.645

4.636συναγαγὼν δὲ τοὺς ὑπʼ αὐτὸν ἑκατοντάρχας καὶ χιλιάρχους ἐνῆγεν μεταβῆναι πρὸς τὸν Ἀντώνιον, ταπεινῶν μὲν τὰ Οὐιτελλίου πράγματα, τὴν Οὐεσπασιανοῦ δʼ ἰσχὺν ἐπαίρων, 4.637καὶ παρʼ μὲν εἶναι λέγων μόνον τῆς ἀρχῆς ὄνομα, παρʼ δὲ τὴν δύναμιν, καὶ αὐτοὺς δὲ ἄμεινον προλαβόντας τὴν ἀνάγκην ποιῆσαι χάριν καὶ μέλλοντας ἡττᾶσθαι τοῖς ὅπλοις ταῖς γνώμαις τὸν κίνδυνον φθάσαι· 4.638Οὐεσπασιανὸν μὲν γὰρ ἱκανὸν εἶναι καὶ χωρὶς αὐτῶν προσκτήσασθαι καὶ τὰ λείποντα, Οὐιτέλλιον δʼ οὐδὲ σὺν αὐτοῖς τηρῆσαι τὰ ὄντα. 4.639

Πολλὰ τοιαῦτα λέγων ἔπεισε καὶ πρὸς τὸν Ἀντώνιον αὐτομολεῖ μετὰ τῆς δυνάμεως. 4.640τῆς δʼ αὐτῆς νυκτὸς ἐμπίπτει μετάνοια τοῖς στρατιώταις καὶ δέος τοῦ προπέμψαντος, εἰ κρείσσων γένοιτο· σπασάμενοι δὲ τὰ ξίφη τὸν Καικίναν ὥρμησαν ἀνελεῖν, κἂν ἐπράχθη τὸ ἔργον αὐτοῖς, εἰ μὴ προσπίπτοντες οἱ χιλίαρχοι καθικέτευσαν αὐτούς. 4.641οἱ δὲ τοῦ μὲν κτείνειν ἀπέσχοντο, δήσαντες δὲ τὸν προδότην οἷοί τε ἦσαν πέμπειν Οὐιτελλίῳ. ταῦτʼ ἀκούσας Πρῖμος αὐτίκα τοὺς σφετέρους ἀνίστησι καὶ μετὰ τῶν ὅπλων ἦγεν ἐπὶ τοὺς ἀποστάντας. 4.642οἱ δὲ παραταξάμενοι πρὸς ὀλίγον μὲν ἀντέσχον, αὖθις δὲ τραπέντες ἔφευγον εἰς τὴν Κρέμωνα. τοὺς δὲ ἱππεῖς ἀναλαβὼν Πρῖμος ὑποτέμνεται τὰς εἰσόδους αὐτῶν, καὶ τὸ μὲν πολὺ πλῆθος κυκλωσάμενος πρὸ τῆς πόλεως διαφθείρει, τῷ δὲ λοιπῷ συνεισπεσὼν διαρπάσαι τὸ ἄστυ τοῖς στρατιώταις ἐφῆκεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.632 Joseph. BJ 4.639 (English) >>Joseph. BJ 4.645

Powered by PhiloLogic